Page images
PDF
EPUB

ΦΡΟΝΗΜΕΝΑΙ· καὶ τὸ ΑΗΜΕΝΑΙ δὲ μαρτυρεῖ τῷ ΑΠ περισπωμένω.

δῆλον οὖν, φησίν, ὡς καὶ τὸ ̓ΗΜΕΝΑΙ ἀπὸ τοῦ Ω περι σπωμένου τῆς πρώτης συζυγίας, οὗ καὶ τὸ μετοχὴ περισπά ται, Αἰολιστὶ φάμεν ΕΜΜΕΝΑΙ· καθότι Αιόλεις καὶ ἐν θέμασι τὸ προηγούμενον Η τοῦ Μ εἰς Ε μετατιθέντες διπλοῦσε τὸ Μ. οἷον ΠΟΘΗΜΙ, ΠΟΘΕΜΜΙ· ΦΙΛΗΜΙ, ΦΙΔΕΜΜΙ,

οὐκοῦν ὁ Ἡρακλείδης φαίνεται εἰδὼς καὶ τὸ ΕΜΜΕΝΑΙ ἀπὸ τοῦ ΗΝΑΙ γενέσθαι τοῦ παραληγομένου τῷ Η· οὗ θέμα μὲν τὸ Ω, ἤγουν ὑπάρχω περισπωμένως· παρατατικος δὲ ΗΝ· κατὰ τὸ ΦΙΛΩ ΕΦΙΛΗΝ· ΝΟΩ, ΕΝΟΗΝ· καὶ τὰ ὅμοια Αιολικά. Eustath, p. 1407 et 8.

εστιν

9. τὸ δὲ ΗΑ, κοινότερον μὲν εἰπεῖν, πρῶτος ἀόριστος τοῦ ΗΟΝ ὃς Ιωνικῶς ΕΟΝ λέγεται· οὗ μετοχὴ ̓ΕΩΝ περὶ ἧς πολλὰ Ἡρακλείδης βαθυλογεῖ· Ιαδι δὲ συστόλη εὕρηται καὶ ̓ΕΑ, ἀφ ̓ οὗ, κατὰ κράσιν, Η δίχα τοῦ Ν· αὖ τὸ κοῖνον καὶ τετριμμένον ΗΝ μετὰ τοῦ Ν· ὃ πολλὰ λογοπραγήσας Ηρακλείδης ἐσπάραξεν· ὃς τοίαυτα τινὰ περὶ τῶν διειλημμένων γραφεῖ.

Ιωνες τοὺς παρωχημένους απὸ τῶν αὐτῶν στοιχείων προφέρονται ταῖς μετοχαῖς, οἷον ΕΙΠΩΝ ΕΙΠΟΝ, ΛΑΒΩΝ ΛΑΒΟΝ. οὕτω Η καὶ ΕΑ Ιακώς, οἷον ΕΙ ΤΟΤΕ ΚΟΥ ΡΟΣ ΕΑ· ἐπεὶ καὶ ἡ ἘΩΝ μετοχὴ ἀπὸ τοῦ Ε ἄρχεται. ἡμάρτηται δέ φησι τὸ ΕΑ εἰς Α περατούμενον· καὶ Ἀσιανης ἔχεται φώνης· καὶ οἱ Ἑλληνίζοντες δὲ ἐν Κιλικίᾳ οὕτω προφέρονται· τὰς γὰρ εἰς ΩΝ ληγούσας ὀξυτόνους μετοχὰς δέον ἐπὶ τῶν ῥημάτων εἰς ΟΝ περαιοῦσθαι βραχυνόμενον κατὰ πρῶτον πρόσωπον, οἷον ΛΑΒΩΝ ΕΛΑΒΟΝ, ΦΑΓΩΝ ΕΦΑΓΟΝ, καὶ τὰ ὅμοια, αὐτοὶ ἀποβάλλοντες τὸ Ν καὶ μετατιθέντες τὸ μικρὸν Ο εἰς βραχὺ Α προφέρονται, ἀπὸ τοῦ ΛΑΒΩΝ καὶ ΦΑΓΩΝ, ΕΛΑΒΑ λέγοντες καὶ ΕΦΑΓΑ καὶ τρίτα δὲ τούτων πληθυντικὰ εἰς ΑΝ λέγοντα λέγουσιν.

ὁ οὖν ἀπὸ τῆς ἘΩΝ, φησὶ, μετοχῆς, ΕΑ λέγων ἀντὶ τοῦ ΕΟΝ, ἁμαρτάνει ὡς εἰ καὶ ἀπὸ τοῦ ΛΑΒΩΝ ΕΛΑΒΑ φαίη. λέγει δὲ ὡς καὶ ἀναλογώτερον τοῦ ΕΑ τὸ ΗΑ' γλώσ σης μὲν ὂν ̓Ασιάνης, κείμενον δὲ καὶ παρὰ Καλλιμάχῳ· αἱ γὰρ ἀπὸ ψιλουμένου Ε δισύλλαβοι μετοχαὶ τὸ Ε εἰς Η μεταβάλλουσι ἐν ῥήμασι, λέγει δὲ καὶ χρῆσιν εἶναι τοῦ ΕΟΝ

παρὰ ̓Αλκαίῳ· καὶ ὅτι ὥσπερ ΦΑΓΟΝΤΟΣ ΕΦΑΓΟΝ ΔΡΑΜΟΝΤΟΣ ΕΔΡΑΜΟΝ απελεύσει τῆς μετοχική λεγούσης, οὕτω καὶ ἘΟΝΤΟΣ ΕΟΝ ῥητέον, καὶ οὐκ ΕΑ καὶ ὡς ̓Ιακώτερον μὲν τὸ ΕΟΝ, τὸ δὲ 'ΗΟΝ κοῖνον. ὅθεν το ΗΕΣ καὶ ΗΕ. τὸ δὲ ΗΟΝ ἐπὶ πρώτου προσώπου; ἐξαι ρέσει τοῦ Ο ΗΝ γίνεται· ᾧ ὁμόφωνον, κατὰ Χαλκίδεις, τα ἮΝ ΕΚΕΙΝΟΣ· ἀφ ̓ οὗ Δωρικῶς Ησίοδος ἔφη τὸ ΤΗΣ Δ' ΗΝ ΤΡΕΙΣ ΚΕΦΑΛΑΙ. τὸ δὲ τοιοῦτον Ησιόδειον ΗΝ ποιεῖ φησι τὸ ΗΣΑΝ προσθέσει τοῦ Σ' καὶ τοῦ A. ὃ δὴ καὶ αἱ τῇ ̓Ασιάνη χρώμενοι φώνη ποιοῦσι, τὰ ἘΦΥΓΟΝ καὶ ἮΛΘΟΝ, παρενθέσει τῆς ΑΝ συλλάβης, ἘΦΥΓΟΣΑΝ λέγοντες καὶ ΗΛΘΟΣΑΝ· οὕτω δὲ καὶ τὰ ὅμοια.

παραδίδωσι δὲ αὐτὸς καὶ ὅτι Αριστάρχειοι τὸ ΗΝ ΕΑ γενέσθαι εἶπον κατὰ τμῆσιν, ὁποία τὶς γίνεται καὶ ἐν τῷ ἯΝΤΑΙ ΒΑΤΑΙ καὶ τοῖς ὁμοίοις· καὶ ἐν τῷ ̓ΑΣΤΥΑΓΗΝ ΑΣΤΥΑΓΕΑ, ΔΙΟΜΗΔΗΝ ΔΙΟΜΗΔΕΑ· καὶ ἐν τῷ ΗΙΔΗΝ ΗΙΔΕΑ, καὶ τοῖς λοίποις. Eustath. p. 1758 et 9.

3. ὅτι δὲ ̓Ιακόν ἐστι τὸ ΕΩΝ, ἡ ̓Αιολικόν, ή Δωρικόν, πάντες γὰρ αὐτῷ χρῶνται, Ηρακλείδης ἔγραψε ποῦ. ἔνθα ἔφη καὶ ὅτι ὡς ̓ΕΛΘΩΝ, ΕΛΘΕΤΩ, καὶ τὰ ὅμοια, οὕτως ἘΩΝ ΞΕΤΩ· καὶ, ἀναλόγῳ κράσει, ΕΙΤΩ δια διφθόγγου ὡς ΦΙΛΕΙΤΩ, ΠΛΕΙΤΩ· καὶ Δωρικώς ΗΤΩ· Δωρίεις γὰρ οὕτω μεταποιοῦσι τὰς τοιούτας παραληγούσας, τὰ ΦΙΛΕΙΤΩ καὶ ΝΟΕΙΤΩ, ΦΙΛΗΤΩ καὶ ΝΟΗΤΩ λέγοντες. Eustath. p. 1411. 1. 21.

4. τὸ μὲν ΗΝ ἀντὶ τοῦ ΥΠΗΡΧΟΝ ἐν πρώτῳ προσώπῳ προσφυώς ἔχει τὸ Ν κατὰ συγκοπὴν τοῦ ΗΟΝ ὅπερ ἐστὶν ὕπηρχον. τὸ δὲ τρίτον οὐχ οὕτως ἔχει κατὰ τὸν Ἡρακλείδου λόγον ἔχοντα οὕτως· τοῖς εἰς βραχὺ περαιουμένοις, εἶτα συναιρεθεῖσι, τοιούτοις προσώποις οὐκέτι μετουσία τοῦ Ν ἔστιν· ὥστε ἐν τῷ 'HON ΗΕΣ ΗΕ, καὶ συναιρέσει 'ΗΝ, οὐκ ὀρθῶς ἔχει ἡ προσέλευσις τοῦ Ν καῖνον δέ φησι καὶ τὸ ΗΣΚΕΙΝ ΕΙΡΙΑ ΚΑΛΑ· διαλυθὲν γὰρ εἰς ̓ΗΣΚΕΕ πως προσλήψεται τὸ Ν, ὅπου γε οὐδεὶς παρατατικὸς εἰς Ν περα τοῦται ἐν τρίτῳ ἑνίκῳ παρ' Ελλεσιν ; ἑτερῶθι δὲ λέγει ὃ αὐτὸς καὶ ὅτι, ὥσπερ τὸ ΚΝΕΕ ΤΥΡΟΝ, ήγουν ἔκνεεν, ἔκοπτεν, εἰς τὸ Η συναιρεθεν, οἷον ΚΝΗ ΤΥΡΟΝ ἐν Ιλιάδι, οὐκέτι σὺν τῷ Ν ἐξήνεχθη· οὕτως οὐδὲ τὸ Η μετὰ τοῦ Ν

γραφήσεται, ἀλλὰ δηλαδὴ δίχα τοῦ Ν, καν σημαίνει τὸ ΥΠΗΡΧΕΝ, ἀπὸ τοῦ ΕΕ δηλονότι· καὶ οὕτω μὲν κατέσ τησεν ὁ σοφὸς τοιαύτην γραφήν.

ἔστι δὲ καὶ ἄλλως μετὰ τοῦ Ν νοῆσαι τὸ ΗΝ Δωρικώς ἅμα καὶ Αττικῶς κατὰ τὸν αὐτὸν Ἡρακλείδην εἴποντα οὕτω. τὸ παρ' ἡμῖν ΕΠΛΕΙ καὶ ΕΡΡΕΙ παρὰ μὲν τοῖς Ἴωσιν ΕΠΛΕΕΝ ΕΡΡΕΕΝ· ὡς τῆς ΕΙ διφθόγγου τεμκαμένης παρ' αὐτοῖς εἰς ἄμφω ταῦτα· παρὰ δὲ Δωριεῦσιν, ὧν τῇ διαλέκτω καὶ ἄρχαιοι Αττικοὶ χρώνται, τὰ τοιαῦτα δύο ΕΕ εἰς ΤΗΝ συναιρεῖται, τὸ γὰρ ΕΠΛΕΕΝ ΕΡΡΕΕΝ, ΕΠΛΗΝ καὶ ἘΡΡΗΝ παρ' αὐτοῖς. εἰ τοίνυν τοῦτο δέδοται, τί κωλύει κατὰ τὸ ΕΠΛΕΞΝ ΕΠΛΗΝ Δωρικώς καὶ ΕΡΡΕΕΝ ΕΡΡΗΝ, οὕτως εἶναι καὶ ΕΕΝ ΗΝ, περιστ πωμένως μὲν τοὶ διὰ τὸ τοῦ ῥήματος μονοσύλλαβον ; χαρέςτων τῇ Δωρικῇ φώνῃ καὶ τῶν Αττίκων· οἱ καὶ τὸ ΔΑΜΑΤΕΡ Δωρικὸν ἐν φιλοῦσι λαλεῖν ὡς καὶ ἄλλοθι ἐδηλώθη, ὅτε τὶ θαῦμα προκεῖται, ὡς καὶ ὁ τοῦ κωμικοῦ Πλοῦτος δήλοι.

ἔτι ἱστέον ὅτι τὸ εἰρημένον ΗΝ, ἐπὶ τρίτου ἑνίκου προσε ώπου, ὁ Ἄλκμαν ΗΣ λέγει, μετειλημμένου τοῦ Ν εἰς Σ Δωρικώς, ὡς ὁ Ἡρακλείδης παραδίδωσιν. ἐστὶ δὲ αὐτοῦ χρῆσις καὶ παρὰ τῷ βουκολιάστη· ὡς καὶ ἐν τῷ ΠΕΠΟΙΗΚΑΜΕΝ καὶ ΛΕΓΟΜΕΝ καὶ τοῖς ὁμοίοις τρέπουσι τὰ Ν εἰς Σ' οἱ Δωριεῖς λέγοντες ΠΕΠΟΙΗΚΑΜΕΣ καὶ τἄλλα ὡσαύτως, δηλοῦσιν οἱ χρησάμενοι. τὸ δὲ παρ' Ησιόδω ΤΗΣ ΔΗΝ ΤΡΕΙΣ ΚΕΦΑΛΑΙ ἀντὶ τὸν ΗΣΑΝ Βοιωτῶν λέγε. ται γλώσσης εἶναι, οἱ ἕνικα ῥήματα πληθυντικοῖς ὀνόμασι συνέταττον. Eustath. p. 1892, 1. 30.

5. ἱστέον δὲ ὡς Ἡρακλείδης ἡμαρτῆσθαι εἰπὼν τὸ ἹΣΤΩ γράφει τοιαῦτα.

τὰ διὰ τοῦ Σ' ἐκφερόμενα προστακτικὰ καὶ εἰς Ω λήγοντα ἀρκτικὸν ἔχει τοῦ Ω τὸ Θ οἷον ΛΕΓΕΣΘΩ, ΠΟΙΕΙΣΘΩ, καὶ τὰ ὅμοια. ἡμάρτηται οὖν τὸ ἹΣΤΩ, κάθα καὶ τὰ ΕΣΤΩ, διὰ τοῦ Τ λεγόμενα. νοητέον δέ, φησιν, ἡμαρτῆσε θαι αὐτὰ διὰ τὴν πρόθεσιν τοῦ Σ, ἤπερ τὴν διὰ τοῦ Τ γραφήν. · ταῦτα δὲ οὕτως εἴπων, επάγει μετ' ὀλίγα ὅτι ἔνιοι ἐν τῷ ἜΣΤΩ καὶ ἹΣΤΩ ου φασι περιττεύειν τὸ Σ' ἐκ τοῦ ἹΣΕΤΩ δὲ καὶ ἘΣΕΤΩ κατ' ἔξαρσιν γενέσθαι τὸ ΙΣΤΩ, καὶ ΕΣΤΩ. κἂν μὲν ἀοριστώδη χρόνον σημαίνει τὸ ΕΣΤΩ, τὸ Α εἶναι ἐξαιρούμενον· ἐπὶ δὲ μέλλοντος τὸ Ε λείπειν, οὐ VOL. VIII. α. π.

NO. XV.

E

ου

τὸ Α. ἐφ ̓ οἷς ἐπικρίνει ὅτι τὸ Α λείπει, ἵνα ἡ ἘΣΑΤΩ ΕΣΤΩ. ΠΟΙΗΣΕΤΩ γὰρ, ἢ ΝΥΞΕΤΩ οὐδεὶς λέγει· εἰ δέ, φησι, καὶ λείπει τὸ Ε, ὡς ἐνεστῶτα νοητέον κατὰ τὰ ΝΥΣΣΕΤΩ. ἐν τούτοις δὲ κατασείων καὶ τοὺς τὸ ΕΤΩ, ἀφ' οὗ τὸ ἘΣΤΩ, ΗΤΩ λέγοντας εκτάσει τοῦ Ε εἰς Η λέγει ὡς οὐδὲν εἰς ΤΩ λήγον προστακτικὸν, ἔχον παρατέ λευτον τὸ Ε, μετατίθησιν αὐτὰ εἰς Η· οὐδεὶς γὰρ τὸ ΦΕΡΕΤΩ ΛΕΓΕΤΩ, ΦΕΡΗΤΩ ΛΕΓΗΤΩ φησίν. οὐκοῦν οὐδὲ ΕΤΩ, ΗΤΩ. ὡς δέ, φησι, καὶ τὸ ἘΤΩ ἡμάρτηται διὰ τοῦ Ε λεγόμενον, παράπηγμα διδάξει τόδε. πᾶσα μετοχὴ εἰς ΩΝ ὀξυτόνος τὸ τρίτον προστακτικόν διὰ τοῦ ἘΤΩ περαίοι ΕΛΘΩΝ ΕΛΘΕΤΩ, ΣΧΩΝ ΣΧΕΤΩ, ΣΠΩΝ ΣΠΕΤΩ, καὶ ΜΕΤΑΣΠΕΤΩ. ταυτή τοι καὶ ἀπὸ τοῦ ΕΙΠΩΝ ΕΙΠΕΤΩ ῥητέον. προστακτικόν μέντοι ἀορίστου μετοχῆς ἅπαν ληγούσης εἰς Σ, ὅτε εἰς ΤΩ περαιοῦται ἐπὶ τρίτου προσώπου, τω Η παραλήγεται. οἷον ΣΦΑΓΕΙΣ ΣΦΑ ΓΗΤΩ, ΔΑΡΕΙΣ ΔΑΡΗΤΩ· καὶ ἀπὸ τοῦ ΘΕΙΣ οὖν καὶ ΕΙΣ, ΘΗΤΩ καὶ ΗΤΩ, οὐ μὴν ΘΕΤΩ καὶ ΕΤΩ, ἔνθα ἡμαρτῆσθαι εἰπὼν κατὰ τὸ ΘΕΤΩ και ΕΤΩ ἤγουν ὑπαρχέτω, καὶ τὸ ΕΤΩ, ἀφ ̓ οὗ σύνθετον τὸ ΑΦΕΤΩ, λέγει, καὶ ὅτι τινὲς οὔτε ΕΤΩ φασὶ προστακτικὸν, οὔτε ἀπ ̓ αὐτοῦ τὸ ̓ΗΤΩ, ἀλλὰ ΕΕΤΩ τρισύλλαβον ἀπὸ τῆς ἘΩΝ μετοχῆς. ὅθεν γενέσθαι τὸ ΕΙΤΩ ἐν διφθόγγῳ· καὶ ἐκεῖθεν 'ΗΤΩ διὰ τοῦ Η, ὡς ἐν τῇ Α ραψωδίας προγέ

γραπται.

ὁ δ ̓ αὐτὸς Ηρακλείδης τῆς αὐτῆς ̓ΕΩΝ ὀξυτόνου μετοχῆς τὸ εὐκτικὸν κανονίζων, λέγει ὅτι, καθὰ τῆς ἘΛΘΩΝ καὶ ΕΙΠΩΝ μετοχής, εὐκτικὰ ΕΛΘΟΙ καὶ ΕΙΠΟΙ, οὕτω δὲ καὶ ΣΧΩΝ ΕΠΙΣΧΟΙ, καὶ ΕΠΙΣΠΩΝ ΠΟΤΜΟΝ ΕΠΙΣΠΟΙ, οὕτω καὶ ἀπὸ τῆς ̓ΕΩΝ ΕΟΙ, οὐχὶ ΕΙΗ. περί δε τοῦ ΕΙΗ, οὗ λόγος ἔσται τις καὶ ἐν τοῖς μετὰ ταῦτα, λέγει ὡς πᾶν ῥῆμα εὐκτικὸν ἔχον τὴν Εἰ δίφθογγον παρατέ λευτόν, καὶ τὸ τέλος διὰ τοῦ Η, ἐκ μετοχῆς πεποίηται ληγούσης εἰς ΕΙΣ, οὐ μὴν εἰς ΩΝ· καὶ τοῦτο φανερόν φησιν ἐκ τῶν Αἰολικῶν μετοχών. Αἰόλεις γὰρ τὸ ΝΟΩΝ ΝΟ ΟΙΗΝ, ΦΡΟΝΩΝ ΦΡΟΝΟΙΗΝ, καὶ τὰ ὅμοια τὰ παρ ἡμῖν ΦΙΛΕΙΗΝ λέγουσι καὶ ΝΟΕΙΗΝ· ἐπείδη καὶ τὰς μετοχὰς αὐτῶν εἰς ΕΙΣ προφέρουσι, ΦΙΛΕΙΣ καὶ ΝΟΕΙΣ λέγοντες ἀντὶ τοῦ ΦΙΛΩΝ καὶ ΝΟΩΝ. κατὰ δὴ τὸ ὅμοιον καὶ ἀπὸ τῆς ΩΝ, προτοτύπου μετοχῆς συζυγίας πρώτης

τῶν περισπωμένων, εἴη ἂν εὐκτικὸν τὸ ΟΙΗ, καὶ Αἰολικῶς ΕΙΗ· ἐπεὶ καὶ ἡ μετοχὴ ΕΙΣ. οὕτω δὲ πρῶτον εἰπῶν, ὑπου καταβὰς γράφει οὕτως· ἀπὸ τοῦ ΘΕΙΣ καὶ ΒΛΕΙΣ γίνεται ΘΕΙΟ εὐκτικὴν καὶ ΒΛΕΙΟ, οὗ χρῆσις ἐν Ιλιάδι· πᾶν δὲ τοιοῦτον εὐκτικὸν, ἤγουν εἰς Ο ληγόν, παρὰ Σικέλοις ἀπὸ τῶν παρ' ἡμῖν εἰς ΕΙΣ ληγουσῶν μετοχών, μεταβάλλον τὸ Ο εἰς Ε, πληθυντικὸν ποιεῖ προσθέσει τοῦ Τ· ΘΕΙΟ ΘΕΙΤΕ, ΣΦΑΓΕΙΟ ΣΦΑΓΕΙΤΕ, ΒΛΗΘΕΙ͂Ο ΒΛΗΘΕΙΤΕ. εἶτα εἰπὼν ὅτι οὕτω καὶ Ὅμηρος ἀπὸ τοῦ ΔΙΑΚΡΙΝΘΕΙΣ καὶ τοῦ ἐκεῖθεν Σικελικοῦ ΔΙΑΚΡΙΘΕΙΟ ἔφη τὸ ΔΙΑΚΡΙΝ ΘΕΙΤΕ ΤΑΧΙΣΤΑ, καὶ ἀπὸ τῆς κατὰ Σεκέλους ΕΙΣ μετοχῆς καὶ τὸ ΕΙΟ εὐκτικὸν καὶ τὸ ΕΙΤΕ οἷον, ποίοι Κ' ΕΙΤ' ΟΔΥΣΣΗΙ ΑΜΥΝΕΜΕΝ- καταδέχεται καὶ τοὺς λέγοντας τὰ τοιαυτα συγκεκόφθαι· οἷον, τὸ ΔΙΑΚΡΙΝΘΕΙΤΕ ἐκ τοῦ ΔΙΑΚΡΙΝΘΕΙΗΤΕ, καὶ τὸ ΕΙΤΕ ἀπὸ τοῦ ΕΙΗΤΕ, εἰπὼν ὡς οὐ διαφερόμεθα αὐτοῖς, οὐ γὰρ ἄτοπον αὐτὰ κατὰ συγκοπὴν ἐξενηνέχθαι. Eustath. p. 1755. 1. 54.

· 6. κυριολεξία δὲ τοῦ ΕΙΑΤΟ ἀντὶ τοῦ ΕΚΑΘΗΝΤΟ ἐν τῷ ΠΕΝΤΗΚΟΣΙΟΙ Δ' ΕΝ ΕΚΑΣΤΗΙ—ἕδρῃ δηλαδή —ΕΙΑΤΟ. οὕτω καὶ ἐν Ιλιάδι το ΕΙΑΤΑΙ ΕΝ ΜΕΓΑΤΟΙΣ ΠΟΤΙΔΕΓΜΕΝΑΙ, ψιλῶς κατὰ 'Ηρακλείδην προετ νεκτέον. οὐ γὰρ κάθηνταί, φησιν, ἀλλ ̓ ὑπάρχουσιν, ἤγουν εἰσίν. "Ιωνες γὰρ τοῖς παρακειμένοις ἀντὶ ἐνεστώτων χρώνται οἷον, ΔΙΑΝΕΝΟΗΜΑΙ ἀντὶ τοῦ ΔΙΑΝΟΟΥΜΑΙ, καὶ τὰ ὅμοια.

πλατύνων δὲ Ἡρακλείδης τὸν περὶ τοῦ ΕΙΑΤΑΙ λόγον, γράφει τοιαῦτα. ως ΗΧΕΙΤΑΙ ΗΧΗΤΑΙ, ΩΙΚΕΙΤΑΙ, οὕτως ἀπὸ τῆς Ω πρώτης συζυγίας τῶν περισπωμένων, πα θητικοῦ ἐνεστῶτος τρίτον, ΕΙΤΑΙ· οὗ εἴη ἂν παρακείμενος ΗΤΑΙ, μεταπεσούσης κἀνταῦθα τῆς ΕΙ διφθόγγου εἰς Η. πληθυντικὸν δὲ αὐτοῦ προσθέσει τοῦ Ν ἀναλόγως ΗΝΤΑΙ, κατὰ τὸ ΠΕΠΟΙΗΤΑΙ ΠΕΠΟΙΗΝΤΑΙ, καὶ τὰ ὅμοια. εἶτα Ιωνικῇ τμήσει τοῦ Η εἰς Ε και Α, ως ΝΕΝΟΗΝΤΑΙ ΝΕΝΟΕΑΤΑΙ, οὕτω καὶ ΗΝΤΑΙ ΕΑΤΑΙ Ομηρος δὲ, κατὰ Ιαδα προσθεὶς τὸ Ι, ἔφη ΕΙΑΤΑΙ ΕΝ ΜΕΓΑΡΟΙΣ. εἶτα λέγει ὅτι καὶ τὸ δασυνόμενον καὶ διὰ τῶν αὐτῶν στοι χείων ἐκφερόμενον οὕτως ἔχει. τὸ γὰρ ἩΝΤΑΙ ἤγουν κάθην ται, κατὰ τμῆσιν τῆς ΗΝ συλλαβῆς εἰς Ε καὶ Α, ἙΑΤΑΙ

« PreviousContinue »